Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.72 Joseph. AJ 8.76 (English) >>Joseph. AJ 8.81

8.74κατέστρωσε δὲ καὶ τοῦ ναοῦ τὸ ἔδαφος ἐλάσμασι χρυσοῦ, ἐπέθηκε δὲ καὶ τῷ πυλῶνι τοῦ ναοῦ θύρας πρὸς τὸ ὕψος τοῦ τοίχου συμμεμετρημένας εὖρος ἐχούσας πηχῶν εἴκοσι, καὶ ταύτας κατεκόλλησε χρυσῷ. 8.75συνελόντι δʼ εἰπεῖν οὐδὲν εἴασε τοῦ ναοῦ μέρος οὔτε ἔξωθεν οὔτε ἔνδοθεν, μὴ χρυσὸς ἦν. κατεπέτασε δὲ καὶ ταύτας τὰς θύρας ὁμοίως ταῖς ἐνδοτέρω καταπετάσμασιν. δὲ τοῦ προναΐου πύλη τούτων οὐδὲν εἶχε. 8.76

Μεταπέμπεται δʼ ἐκ Τύρου Σολόμων παρὰ Εἱρώμου τεχνίτην Χείρωμον ὄνομα μητρὸς μὲν ὄντα Νεφθαλίτιδος τὸ γένος, ἐκ γὰρ ταύτης ὑπῆρχε τῆς φυλῆς, πατρὸς δὲ Οὐρίου γένος Ἰσραηλίτου. οὗτος ἅπαντος μὲν ἐπιστημόνως εἶχεν ἔργου, μάλιστα δὲ τεχνίτης ἦν χρυσὸν ἐργάζεσθαι καὶ ἄργυρον καὶ χαλκόν, ὑφʼ οὗ δὴ καὶ πάντα κατὰ τὴν τοῦ βασιλέως βούλησιν τὰ περὶ τὸν ναὸν ἐμηχανήθη. 8.77κατεσκεύασε δὲ Χείρωμος οὗτος καὶ στύλους δύο χαλκοῦς ἔσωθεν τὸ πάχος τεσσάρων δακτύλων. ἦν δὲ τὸ μὲν ὕψος τοῖς κίοσιν ὀκτωκαίδεκα πήχεων, δὲ περίμετρος δέκα καὶ δύο πηχῶν· χωνευτὸν δʼ ἐφʼ ἑκατέρᾳ κεφαλῇ κρίνον ἐφειστήκει τὸ ὕψος ἐπὶ πέντε πήχεις ἐγηγερμένον, περιέκειτο δίκτυον ἐλάτῃ χαλκέᾳ περιπεπλεγμένον καλύπτον τὰ κρίνα. 8.78τούτου δὲ ἀπήρτηντο κατὰ διστιχίαν καὶ ῥοιαὶ διακόσιαι. τούτων τῶν κιόνων τὸν μὲν ἕτερον κατὰ τὴν δεξιὰν ἔστησε τοῦ προπυλαίου παραστάδα καλέσας αὐτὸν Ἰαχείν, τὸν δʼ ἕτερον κατὰ τὸ ἀριστερὸν ὀνομάσας αὐτὸν Ἀβαίζ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.72 Joseph. AJ 8.76 (English) >>Joseph. AJ 8.81

Powered by PhiloLogic